Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.139 Joseph. AJ 16.144 (English) >>Joseph. AJ 16.149

16.142

Μετὰ δὲ τὴν πανήγυριν ταύτην καὶ τὰς ἑορτὰς πόλιν ἄλλην ἀνήγειρεν ἐν τῷ πεδίῳ τῷ λεγομένῳ Καφαρσαβᾶ τόπον ἔνυδρον καὶ χώραν ἀρίστην φυτοῖς ἐκλέξας, ποταμοῦ τε περιρρέοντος τὴν πόλιν αὐτὴν καὶ καλλίστου κατὰ μέγεθος τῶν φυτῶν περιειληφότος ἄλσους. 16.143ταύτην ἀπὸ Ἀντιπάτρου τοῦ πατρὸς Ἀντιπατρίδα προσηγόρευσεν. ἐπώνυμον δὲ καὶ τῇ μητρὶ χωρίον ὑπὲρ Ἱεριχοῦν οἰκοδομήσας ἀσφαλείᾳ τε διάφορον καὶ καταγωγαῖς ἥδιστον ἐκάλεσεν Κύπρον. 16.144Φασαήλῳ τε τῷ ἀδελφῷ μνημεῖα διὰ τὴν γεγενημένην εἰς αὐτὸν φιλοστοργίαν ἀνετίθει τὰ κάλλιστα, πύργον ἐπʼ αὐτῆς τῆς πόλεως ἀναστήσας οὐδὲν ἐλάττω τοῦ κατὰ τὴν Φάρον, ὃν προσηγόρευσεν Φασάηλον, ἀσφαλείας τε τῇ πόλει μέρος ὄντα καὶ μνήμης τῷ τετελευτηκότι διὰ τὴν προσηγορίαν. 16.145ὁμώνυμον δὲ αὐτῷ καὶ πόλιν περὶ τὸν αὐλῶνα τῆς Ἱεριχοῦντος ἔκτισεν ἀπιόντων κατὰ βορρᾶν ἄνεμον, διʼ ἧς καὶ τὴν πέριξ χώραν ἔρημον οὖσαν ἐνεργοτέραν ἐποίησεν ταῖς ἐπιμελείαις τῶν οἰκητόρων. Φασαηλίδα καὶ ταύτην ἐκάλει. 16.146

Τὰς δὲ ἄλλας εὐεργεσίας ἄπορον εἰπεῖν ὅσας ἀπέδωκεν ταῖς πόλεσιν ἔν τε Συρίᾳ καὶ κατὰ τὴν Ἑλλάδα καὶ παρʼ οἷς ποτʼ ἂν ἀποδημήσας τύχοι· καὶ γὰρ πλείους λειτουργίας καὶ δημοσίων ἔργων κατασκευὰς καὶ χρήματα τοῖς δεομένοις ἔργοις εἰς ἐπιμέλειαν τῶν προτέρων ἔργων ἐκλελοιπότων ἄφθονα χαρίσασθαι δοκεῖ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.139 Joseph. AJ 16.144 (English) >>Joseph. AJ 16.149

Powered by PhiloLogic